Παρασκευή 1 Φεβρουαρίου 2013

Η Θ΄ Ωδή της Υπαπαντής του Κυρίου

Μαγαλυνάρια
Ψαλλόμενα ἐν τή θ΄ ὠδή - Ἦχος γ΄

Ἀκατάληπτόν ἐστι, τό τελούμενον ἐν σοῖ,
καί Ἀγγέλοις καί βροτοῖς, Μητροπάρθενε ἁγνή.
 
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών,
τόν τοῦ νόμου Ποιητήν, καί Δεσπότην τοῦ παντός.
 
Βουληθεῖς ὁ Πλαστουργός, ἴνα σώση τόν Ἀδάμ,
μήτραν ὤκησε τήν σήν, τῆς Παρθένου καί ἁγνῆς.

Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σέ Ἁγνή,
καί δοξάζει σέ πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
 
Δεῦτε ἴδετε Χριστόν, τόν Δεσπότην τοῦ παντός,
ὄν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῶ.

Ἐπιβλέπεις πρός τήν γῆν, καί ποιεῖς τρέμειν αὐτήν,
καί πῶς γέρων κεκμηκῶς, σέ κατέχει ἐν χερσί;

Ζήσας ἔτη Συμεών, ἕως εἶδε τόν Χριστόν,
καί ἐβόα πρός αὐτόν, Νῦν ἀπόλυσιν ζητῶ.

Ἡ λαβίς ἡ μυστική, ἡ τόν ἄνθρακα Χριστόν,
συλλαβοῦσα ἐν γαστρι, σύ ὑπάρχεις Μαριάμ.
 
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός,
καί ναῶ προσφέρεσαι, τεσσαρακονθήμερος.

Κατελθόντ’ ἐξ οὐρανοῦ, τόν Δεσπότην τοῦ παντός,
ὑπεδέξατο αὐτόν, Συμεών ὁ Ἱερεύς.
 
Λάμπρυνόν μου τήν ψυχήν, καί τό φῶς τό αἰσθητόν,
ὅπως ἴδω καθαρῶς, καί κηρύξω σέ Θεόν.
 
Μητροπάρθενε ἁγνή, τί προσφέρεις εν ναῶ,
νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;

Νῦν ἀπόλυσιν ζητῶ, ἀπό σου τοῦ Πλαστουργοῦ,
ὅτι εἶδον σέ Χριστέ, τό σωτήριόν μου φῶς.
«Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν».

Ὄν οἱ ἄνω λειτουργοί, τρόμω λιτανεύουσι,
κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
 
Ἡ τή φύσει μέν Μονάς, τοῖς προσώποις δέ Τριάς,
φύλαττε τούς δούλους σου, τούς πιστεύοντας εἰς σέ.
πδωκς μοι βα Συμεν, τοσωτηρου σου Χριστὲ ἀγαλλασιν΄ πλαβσου τν λτριν, τν τσκικεκμηκτα, νον τς χριτος, ἱεροκρυκα μστην, ἐν ανσει μεγαλνοντα.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν
 
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν,
Σκέπε, φρούρει, φύλαττε, τούς ἐλπίζοντας εἰς σέ.
εροπρεπς νθωμολογετο, Ἄννα ποφητεουσα, σφρων καὶ Ὁσα,
καΠρσβυρα τΔεσπτῃ,
ν τναδιαρρδην, τν Θεοτκον δὲ ἀνακηρττουσα,
πσι τος παροσιν μεγλυνεν.


Ὁ Εἱρμός
Ἐν νόμω σκιά καί γράμματι, τύπον κατίδωμεν οἱ πιστοί,
πᾶν ἄρσεν τό τήν μήτραν διανοῖγον, ἅγιον Θεῶ, διό πρωτότοκον Λόγον,
Πατρός Ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί,
ἀπειράνδρω μεγαλύνωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου